Clement of Alexandria: Stromateis 7.16 (PG Migne)

7.16.93.1 Ἀλλ' οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ' 7.16.93.2 αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν οὖν κοινά τινα τῶν ἀνθρώπων κριτήρια καθάπερ τὰ αἰσθητήρια, τὰ δ' ἄλλα τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθῆ, τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικὰ λόγων 7.16.93.3 ἀληθῶν τε καὶ ψευδῶν. μέγιστον δὲ τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι, ἐν μέσῳ καταστάντας ἀκριβοῦς ἐπιστήμης καὶ προπετοῦς δοξοσοφίας, καὶ γνῶναι ὅτι ὁ τὴν αἰώνιον ἐλπίζων ἀνάπαυσιν γιγνώσκει καὶ τὴν 7.16.93.4 εἴσοδον αὐτῆς ἐπίπονον οὖσαν καὶ τεθλιμμένην. ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ τὸ σωτήριόν φησιν <ἰδών>, ἐν ᾗ ὥρᾳ <ἂν> ἐπιγνῷ, μὴ ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Λὼτ γυνὴ μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω· ἐρίζουσι γὰρ ἁμῇ γέ πῃ, τὸν ὄντα μὴ 7.16.93.5 γινώσκουσαι θεόν. ὁ γὰρ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, τὸν ὄντως πατέρα καὶ διδάσκαλον τῆς ἀληθείας, τὸν ἀναγεννῶντα καὶ ἀνακτίζοντα καὶ τιθηνούμενον τὴν ψυχὴν τὴν ἐξειλεγμένην, οὐκ ἔστι μου ἄξιος, <ἄξιος> λέγει τοῦ εἶναι υἱὸς θεοῦ καὶ μαθητὴς θεοῦ ὁμοῦ 7.16.93.6 καὶ φίλος καὶ συγγενής. οὐδεὶς γὰρ εἰς τὰ ὀπίσω βλέπων καὶ ἐπιβάλλων τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον εὔθετος τῇ βασιλείᾳ τοῦ θεοῦ. 7.16.93.7 Ἀλλ', ὡς ἔοικεν, τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριὰμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδίου γέννησιν, οὐκ οὖσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι)· 7.16.94.1 τοιαῦται δ' ἡμῖν αἱ κυριακαὶ γραφαί, τὴν ἀλήθειαν ἀποτίκτουσαι καὶ μένουσαι παρθένοι μετὰ τῆς ἐπικρύψεως τῶν τῆς ἀληθείας μυστη7.16.94.2 ρίων. τέτοκεν καὶ οὐ τέτοκεν, φησὶν ἡ γραφή, ὡς ἂν ἐξ αὑτῆς, 7.16.94.3 οὐκ ἐκ συνδυασμοῦ συλλαβοῦσα. διόπερ τοῖς γνωστικοῖς κεκυήκασιν αἱ γραφαί, αἱ δὲ αἱρέσεις οὐκ ἐκμαθοῦσαι ὡς μὴ κεκυηκυίας παρα7.16.94.4 πέμπονται. πάντων δὲ ἀνθρώπων τὴν αὐτὴν κρίσιν ἐχόντων οἱ μὲν ἀκολουθοῦντες τῷ αἱροῦντι λόγῳ ποιοῦνται τὰς πίστεις, οἱ δὲ ἡδοναῖς σφᾶς αὐτοὺς ἐκδεδωκότες βιάζονται πρὸς τὰς ἐπιθυμίας τὴν 7.16.94.5 γραφήν. δεῖ δ', οἶμαι, τῷ τῆς ἀληθείας ἐραστῇ ψυχικῆς εὐτονίας· σφάλλεσθαι γὰρ ἀνάγκη μέγιστα τοὺς μεγίστοις ἐγχειροῦντας πράγμασιν, ἢν μὴ τὸν κανόνα τῆς ἀληθείας παρ' αὐτῆς λαβόντες ἔχωσι τῆς 7.16.94.6 ἀληθείας. οἱ τοιοῦτοι δέ, ἅτε ἀποπεσόντες τῆς ὀρθῆς ὁδοῦ, κἀν τοῖς πλείστοις τῶν κατὰ μέρος σφάλλονται εἰκότως, διὰ τὸ μὴ ἔχειν ἀληθῶν καὶ ψευδῶν κριτήριον συγγεγυμνασμένον ἀκριβῶς τὰ δέοντα αἱρεῖσθαι. εἰ γὰρ ἐκέκτηντο, ταῖς θείαις ἐπείθοντο ἂν γραφαῖς. 7.16.95.1 Καθάπερ οὖν εἴ τις ἐξ ἀνθρώπου θηρίον γένοιτο παραπλησίως τοῖς ὑπὸ τῆς Κίρκης φαρμαχθεῖσιν, οὕτως <τὸ> ἄνθρωπος εἶναι τοῦ θεοῦ καὶ πιστὸς τῷ κυρίῳ διαμένειν ἀπολώλεκεν ὁ ἀναλακτίσας τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ἀποσκιρτήσας εἰς δόξας αἱρέσεων ἀν7.16.95.2 θρωπίνων. ὁ δὲ ἐκ τῆσδε τῆς ἀπάτης παλινδρομήσας, κατακούσας τῶν γραφῶν καὶ τὸν ἑαυτοῦ βίον ἐπιτρέψας τῇ ἀληθείᾳ, οἷον ἐξ 7.16.95.3 ἀνθρώπου θεὸς ἀποτελεῖται. ἔχομεν γὰρ τὴν ἀρχὴν τῆς διδασκαλίας, τὸν κύριον διά τε τῶν προφητῶν διά τε τοῦ εὐαγγελίου καὶ διὰ τῶν μακαρίων ἀποστόλων πολυτρόπως καὶ πολυμερῶς ἐξ ἀρχῆς 7.16.95.4 εἰς τέλος ἡγούμενον τῆς γνώσεως. τὴν ἀρχὴν δ' εἴ τις ἑτέρου δεῖσθαι ὑπολάβοι, οὐκέτ' ἂν ὄντως ἀρχὴ φυλαχθείη. ὁ μὲν οὖν ἐξ ἑαυτοῦ πιστὸς τῇ κυριακῇ γραφῇ τε καὶ φωνῇ ἀξιόπιστος εἰκότως <ὡς> ἂν διὰ τοῦ κυρίου πρὸς τὴν τῶν ἀνθρώπων εὐεργεσίαν ἐνεργουμένῃ· 7.16.95.5 ἀμέλει πρὸς τὴν τῶν πραγμάτων εὕρεσιν αὐτῇ χρώμεθα κριτηρίῳ· τὸ κρινόμενον δὲ πᾶν ἔτι ἄπιστον πρὶν κριθῆναι, ὥστ' οὐδ' ἀρχὴ τὸ 7.16.95.6 κρίσεως δεόμενον. εἰκότως τοίνυν πίστει περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχήν, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ' αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν ἐπί7.16.95.7 γνωσιν τῆς ἀληθείας. οὐ γὰρ ἁπλῶς ἀποφαινομένοις ἀνθρώποις 7.16.95.8 προσέχοιμεν, οἷς καὶ ἀνταποφαίνεσθαι ἐπ' ἴσης ἔξεστιν. εἰ δ' οὐκ ἀρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθέν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν, ἀλλὰ τῇ τοῦ κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον, ἣ πασῶν ἀποδείξεων ἐχεγ 7.16.95.9 γυωτέρα, μᾶλλον δὲ ἣ μόνη ἀπόδειξις οὖσα τυγχάνει· καθ' ἣν ἐπιστήμην οἱ μὲν ἀπογευσάμενοι μόνον τῶν γραφῶν πιστοί, οἱ δὲ καὶ προσωτέρω χωρήσαντες ἀκριβεῖς γνώμονες τῆς ἀληθείας ὑπάρχουσιν, οἱ γνωστικοί, ἐπεὶ κἀν τοῖς κατὰ τὸν βίον ἔχουσί τι πλέον οἱ τεχνῖται τῶν ἰδιωτῶν καὶ παρὰ τὰς κοινὰς ἐννοίας ἐκτυποῦσι τὸ βέλτιον. 7.16.96.1 οὕτως οὖν καὶ ἡμεῖς, ἀπ' αὐτῶν περὶ αὐτῶν τῶν γραφῶν τελείως 7.16.96.2 ἀποδεικνύντες, ἐκ πίστεως πειθόμεθα ἀποδεικτικῶς. κἂν τολμήσωσι προφητικαῖς χρήσασθαι γραφαῖς καὶ οἱ τὰς αἱρέσεις μετιόντες, πρῶτον μὲν οὐ πάσαις, ἔπειτα οὐ τελείαις, οὐδὲ ὡς τὸ σῶμα καὶ τὸ ὕφος τῆς προφητείας ὑπαγορεύει, ἀλλ' ἐκλεγόμενοι τὰ ἀμφιβόλως εἰρημένα εἰς τὰς ἰδίας μετάγουσι δόξας, ὀλίγας σποράδην ἀπανθιζόμενοι φωνάς, οὐ τὸ σημαινόμενον ἀπ' αὐτῶν σκοποῦντες, ἀλλ' αὐτῇ ψιλῇ ἀπο7.16.96.3 χρώμενοι τῇ λέξει. σχεδὸν γὰρ ἐν πᾶσιν οἷς προσφέρονται ῥητοῖς εὕροις ἂν αὐτοὺς ὡς τοῖς ὀνόμασι μόνοις προσανέχουσι, τὰ σημαινόμενα ὑπαλλάττοντες, οὔθ' ὡς λέγονται γινώσκοντες οὔθ' ὡς ἔχειν 7.16.96.4 πεφύκασι χρώμενοι αἷς καὶ δὴ κομίζουσιν ἐκλογαῖς. ἡ ἀλήθεια δὲ οὐκ ἐν τῷ μετατιθέναι τὰ σημαινόμενα εὑρίσκεται (οὕτω μὲν γὰρ ἀνατρέψουσι πᾶσαν ἀληθῆ διδασκαλίαν), ἀλλ' ἐν τῷ διασκέψασθαι τί τῷ κυρίῳ καὶ τῷ παντοκράτορι θεῷ τελέως οἰκεῖόν τε καὶ πρέπον, κἀν τῷ βεβαιοῦν ἕκαστον τῶν ἀποδεικνυμένων κατὰ τὰς γραφὰς ἐξ 7.16.96.5 αὐτῶν πάλιν τῶν ὁμοίων γραφῶν. οὔτ' οὖν ἐπιστρέφειν ἐπὶ τὴν ἀλήθειαν ἐθέλουσιν, αἰδούμενοι καταθέσθαι τὸ τῆς φιλαυτίας πλεονέκτημα, οὔτ' ἔχουσιν ὅπως διαθῶνται τὰς αὑτῶν δόξας, βιαζόμενοι τὰς γραφάς. φθάσαντες δὲ ἐξενεγκεῖν εἰς τοὺς ἀνθρώπους δόγματα ψευδῆ, σχεδὸν ἁπάσαις ταῖς γραφαῖς ἐναργῶς μαχόμενοι καὶ ἀεὶ ὑφ' ἡμῶν τῶν ἀντιλεγόντων αὐτοῖς ἐλεγχόμενοι, τὸ λοιπὸν ἔτι καὶ νῦν ὑπομένουσι τὰ μὲν μὴ προσίεσθαι τῶν προφητικῶν, τὰ δὲ ἡμᾶς αὐτοὺς ὡς ἄλλης γεγονότας φύσεως μὴ οἵους τε εἶναι συνεῖναι τὰ οἰκεῖα ἐκείνοις διαβάλλουσιν, ἐνίοτε δὲ καὶ τὰ ἑαυτῶν διελεγχόμενοι ἀρνοῦνται δόγματα, ἄντικρυς ὁμολογεῖν αἰδούμενοι ἃ κατ' ἰδίαν αὐ7.16.97.1 χοῦσι διδάσκοντες οὕτως. οὕτω γὰρ κατὰ πάσας ἔστιν ἰδεῖν τὰς αἱρέσεις, ἐπιόντας αὐτῶν τὰς μοχθηρίας τῶν δογμάτων. ἐπειδὰν γὰρ ἀνατρέπωνται πρὸς ἡμῶν δεικνύντων αὐτοὺς σαφῶς ἐναντιουμένους ταῖς γραφαῖς, δυοῖν θάτερον ὑπὸ τῶν προεστώτων τοῦ δό7.16.97.2 γματος ἔστι θεάσασθαι γινόμενον· ἢ γὰρ τῆς ἀκολουθίας τῶν σφετέρων δογμάτων ἢ τῆς προφητείας αὐτῆς. μᾶλλον δὲ τῆς ἑαυτῶν ἐλπίδος καταφρονοῦσιν, αἱροῦνται δὲ ἑκάστοτε τὸ δόξαν αὐτοῖς ὑπάρχειν ἐναργέστερον ἢ τὸ πρὸς τοῦ κυρίου διὰ τῶν προφητῶν εἰρημένον καὶ ὑπὸ τοῦ εὐαγγελίου, προσέτι δὲ καὶ τῶν ἀποστόλων, συμ7.16.97.3 μαρτυρούμενόν τε καὶ βεβαιούμενον. ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν, οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ' ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν), ὑπερβῆναι δὲ 7.16.97.4 σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν. μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικῆς μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀπορρᾳθυμήσαντες, ἐξ ἐπιπολῆς ἀναγνόντες 7.16.98.1 παρεπέμψαντο τὰς γραφάς. ὑπὸ δοξοσοφίας τοίνυν ἐπηρμένοι ἐρίζοντες διατελοῦσι, δῆλοι γεγονότες ὡς τοῦ δοκεῖν μᾶλλον ἤπερ τοῦ 7.16.98.2 φιλοσοφεῖν προνοοῦνται. αὐτίκα οὐκ ἀναγκαίας ἀρχὰς πραγμάτων καταβαλλόμενοι δόξαις τε ἀνθρωπίναις κεκινημένοι, ἔπειτα ἀναγκαίως τέλος ἀκολουθοῦν αὑτοῖς ἐκποριζόμενοι, διαπληκτίζονται διὰ τοὺς ἐλέγχους πρὸς τοὺς τὴν ἀληθῆ φιλοσοφίαν μεταχειριζομένους, καὶ πάντα μᾶλλον ὑπομένουσι καὶ πάντα, φασί, κάλον κινοῦσι, κἂν ἀσεβεῖν διὰ τὸ ἀπιστεῖν ταῖς γραφαῖς μέλλωσιν, ἤπερ μετατίθενται, ὑπὸ φιλοτιμίας τῆς αἱρέσεως καὶ τῆς πολυθρυλήτου κατὰ τὰς ἐκκλησίας αὐτῶν πρωτοκαθεδρίας, δι' ἣν κἀκείνην τὴν συμποτικὴν διὰ τῆς 7.16.98.3 ψευδωνύμου ἀγάπης πρωτοκλισίαν ἀσπάζονται. ἡ παρ' ἡμῖν δὲ τῆς ἀληθείας ἐπίγνωσις ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορί7.16.98.4 ζεται τὴν πίστιν, ἥτις οὐσία ὡς εἰπεῖν ἀποδείξεως καθίσταται. ἀλλ', ὡς ἔοικεν, πᾶσα αἵρεσις ἀρχὴν ὦτα ἀκούοντα οὐκ ἔχει τὸ σύμφορον, μόνον δὲ τοῖς πρὸς ἡδονὴν ἀνεῳγότα, ἐπεὶ κἂν ἰάθη τις αὐτῶν, εἰ 7.16.98.5 πείθεσθαι τῇ ἀληθείᾳ μόνον ἠβουλήθη. τριττὴ δὲ θεραπεία οἰήσεως, καθάπερ καὶ παντὸς πάθους, μάθησίς τε τοῦ αἰτίου καὶ τοῦ πῶς ἂν ἐξαιρεθείη τοῦτο, καὶ τρίτον ἡ ἄσκησις τῆς ψυχῆς καὶ ὁ ἐθισμὸς 7.16.99.1 πρὸς <τὸ> τοῖς κριθεῖσιν ὀρθῶς ἔχειν ἀκολουθεῖν δύνασθαι. ὡς γὰρ ὀφθαλμὸς τεταραγμένος, οὕτως καὶ ἡ ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν οὐχ οἵα τε τὸ φῶς τῆς ἀληθείας διιδεῖν ἀκριβῶς, ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορᾷ. ἐν οὖν θολερῷ ὕδατι καὶ τὰς ἐγχέλεις 7.16.99.2 ἁλίσκεσθαί φασιν ἀποτυφλουμένας. καὶ καθάπερ τὰ πονηρὰ παιδία τὸν παιδαγωγὸν ἀποκλείει, οὕτως οὗτοι τὰς προφητείας εἴργουσιν 7.16.99.3 ἑαυτῶν τῆς ἐκκλησίας, ὑφορώμενοι δι' ἔλεγχον καὶ νουθεσίαν. ἀμέλει πάμπολλα συγκαττύουσι ψεύσματα καὶ πλάσματα, ἵνα δὴ εὐλόγως 7.16.99.4 δόξωσι μὴ προσίεσθαι τὰς γραφάς. ταύτῃ οὖν οὐκ εὐσεβεῖς, δυσαρεστού7.16.99.5 μενοι ταῖς θείαις ἐντολαῖς, τουτέστι τῷ ἁγίῳ πνεύματι. ὥσπερ δὲ αἱ ἀμυγδάλαι κεναὶ λέγονται οὐκ ἐν αἷς μηδέν ἐστιν, ἀλλ' ἐν αἷς ἄχρηστον τὸ ἐνόν, οὕτως τοὺς αἱρετικοὺς τοὺς κενοὺς τῶν τοῦ θεοῦ βουλημάτων καὶ τῶν τοῦ Χριστοῦ παραδόσεων εἶναί φαμεν, πικριζόντων ὡς ἀληθῶς κατὰ τὴν ἀγρίαν ἀμυγδαλῆν ἐξάρχοντας δογμάτων, πλὴν ὅσα δι' ἐνάργειαν τῶν ἀληθῶν ἀποθέσθαι καὶ ἀποκρύψαι οὐκ ἴσχυσαν. 7.16.100.1 Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λειπτέον τὴν τάξιν ἣν ὁ στρατηγὸς ἔταξεν τῷ στρατιώτῃ, οὕτως οὐδὲ ἣν ἔδωκεν ὁ λόγος, <ὃν> 7.16.100.2 ἄρχοντα εἰλήφαμεν γνώσεώς τε καὶ βίου, λειπτέον τάξιν. οἱ πολλοὶ δὲ οὐδὲ τοῦτο ἐξητάκασιν, εἰ ἔστι τινὶ ἀκολουθητέον καὶ τίνι τούτῳ 7.16.100.3 καὶ ὅπως. οἷος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει, ὡς ἕπεσθαι δύνασθαι τῷ θεῷ, ἐξ ἀρχῆς τὰ πάντα 7.16.100.4 εὐθεῖαν περαίνοντι. ἐπὰν δὲ παραβῇ τις τὸν λόγον καὶ διὰ τούτου τὸν θέον, εἰ μὲν διὰ τὸ αἰφνίδιον προσπεσεῖν τινα φαντασίαν ἠσθένησεν, προχείρους τοὺς τὰς φαντασίας τὰς λογικὰς ποιητέον· εἰ δὲ τῷ ἔθει τῷ προκατεσχηκότι ἡττηθεὶς γέγονεν (ᾗ φησιν ἡ γραφή) χυδαῖος, ἀποπαυστέον τὸ ἔθος εἰς τὸ παντελὲς καὶ πρὸς τὸ ἀντι7.16.100.5 λέγειν αὐτῷ τὴν ψυχὴν γυμναστέον· εἰ δὲ καὶ μαχόμενα δόγματα ἐφέλκεσθαί τινας δοκεῖ, ὑπεξαιρετέον ταῦτα καὶ πρὸς τοὺς εἰρηνοποιοὺς τῶν τῶν δογμάτων πορευτέον, οἳ κατεπᾴδουσι ταῖς θείαις γραφαῖς τοὺς ψοφοδεεῖς τῶν ἀπείρων, τὴν ἀλήθειαν διὰ τῆς ἀκο7.16.100.6 λουθίας τῶν διαθηκῶν σαφηνίζοντες. ἀλλ', ὡς ἔοικεν, ῥέπομεν ἐπὶ τὰ ἔνδοξα μᾶλλον, κἂν ἐναντία τυγχάνῃ, ἤπερ ἐπὶ τὴν ἀλήθειαν· αὐστηρὰ γάρ ἐστι καὶ σεμνή. 7.16.100.7 Καὶ δὴ τριῶν οὐσῶν διαθέσεων τῆς ψυχῆς, ἀγνοίας, οἰήσεως, ἐπιστήμης, οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ 7.16.101.1 ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις. οὐδὲν γοῦν σαφέστερον ἰδεῖν ἔστι τοὺς ἐπισταμένους περὶ ὧν ἴσασι διαβεβαιουμένους <ἢ τοὺς οἰομένους> καὶ περὶ ὧν οἴονται, ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι 7.16.101.2 ἄνευ τῆς ἀποδείξεως. καταφρονοῦσι γοῦν ἀλλήλων καὶ καταγελῶσιν, καὶ συμβαίνει τὸν αὐτὸν νοῦν παρ' οἷς μὲν ἐντιμότατον εἶναι, παρ' 7.16.101.3 οἷς δὲ παρανοίας ἡλωκέναι. καίτοι μεμαθήκαμεν ἄλλο μέν τι εἶναι ἡδονήν, ἣν ἐν τοῖς ἔθνεσιν ἀπονεμητέον, ἄλλο δέ τι ἔριν, ἣν ἐν ταῖς αἱρέσεσι προσκριτέον, ἄλλο χαράν, ἣν τῇ ἐκκλησίᾳ προσοικειωτέον, ἄλλο δὲ εὐφροσύνην, ἣν τῷ κατὰ ἀλήθειαν ἀποδοτέον γνωστι7.16.101.4 κῷ. ὡς δὲ ἐὰν πρόσσχῃ τις Ἰσχομάχῳ, γεωργὸν αὐτὸν ποιήσει, καὶ Λάμπιδι ναύκληρον, καὶ Χαριδήμῳ στρατηγόν, καὶ Σίμωνι ἱππικόν, καὶ Πέρδικι κάπηλον, καὶ Κρωβύλῳ ὀψοποιόν, καὶ Ἀρχελάῳ ὀρχηστήν, καὶ Ὁμήρῳ ποιητήν, καὶ Πύρρωνι ἐριστικόν, καὶ ∆ημοσθένει ῥήτορα, καὶ Χρυσίππῳ διαλεκτικόν, καὶ Ἀριστοτέλει φυσικόν, καὶ φιλόσοφον Πλάτωνι, οὕτως ὁ τῷ κυρίῳ πειθόμενος καὶ τῇ δοθείσῃ δι' αὐτοῦ κατακολουθήσας προφητείᾳ τελέως ἐκτελεῖται κατ' εἰκόνα τοῦ διδα7.16.101.5 σκάλου ἐν σαρκὶ περιπολῶν θεός. ἀποπίπτουσιν ἄρα τοῦδε τοῦ ὕψους οἱ μὴ ἑπόμενοι θεῷ ᾗ ἂν ἡγῆται, ἡγεῖται δὲ κατὰ τὰς 7.16.101.6 θεοπνεύστους γραφάς. μυρίων γοῦν ὄντων κατ' ἀριθμὸν ἃ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω δὲ ἐφ' ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν), τούτων δὲ δι' ἣν μὲν οὐ καλῶς κρίνουσι, δι' ἣν δὲ οὐκ ἰσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν <ἀκολουθεῖν>· 7.16.101.7 οὔτε γὰρ ἀπατηθείς τις τὴν γνώμην δύναιτ' ἂν εὖ πράττειν. κἂν πάνυ δυνατὸς ᾖ τὰ γνωσθέντα ποιεῖν, οὔτε καὶ κρίνειν τὸ δέον ἰσχύων ἄμεμπτον ἑαυτὸν παράσχοιτ' ἂν ἐν τοῖς ἔργοις ἐξασθενῶν. 7.16.102.1 ἀκολούθως τοίνυν δύο τῷ γένει καὶ παιδεῖαι παραδίδονται πρόσφοροι ἑκατέρᾳ τῶν ἁμαρτιῶν, τῇ μὲν ἡ γνῶσίς τε καὶ ἡ τῆς ἐκ τῶν γραφῶν μαρτυρίας ἐναργὴς ἀπόδειξις, τῇ δὲ ἡ κατὰ λόγον ἄσκησις ἐκ πίστεώς τε καὶ φόβου παιδαγωγουμένη· ἄμφω δ' εἰς τὴν τελείαν ἀγά7.16.102.2 πην συναύξουσιν. τέλος γὰρ οἶμαι τοῦ γνωστικοῦ τό γε ἐνταῦθα διττόν, ἐφ' ὧν μὲν ἡ θεωρία ἡ ἐπιστημονική, ἐφ' ὧν δὲ ἡ πρᾶξις. Εἴη μὲν οὖν καὶ τούσδε τοὺς αἱρετικοὺς καταμαθόντας ἐκ τῶνδε τῶν ὑπομνημάτων σωφρονισθῆναί τε καὶ ἐπιστρέψαι ἐπὶ τὸν παντο7.16.102.3 κράτορα θεόν. εἰ δὲ καθάπερ οἱ κωφοὶ τῶν ὄφεων τοῦ καινῶς μὲν λεγομένου, ἀρχαιοτάτου δὲ μὴ ἐπαΐοιεν ᾄσματος, παιδευθεῖεν γοῦν πρὸς τοῦ θεοῦ, τὰς πρὸ τῆς κρίσεως πατρῴας νουθεσίας ὑπομένοντες, ἔστ' ἂν καταισχυνθέντες μετανοήσωσιν, ἀλλὰ μὴ εἰς τὴν παντελῆ φέροντες ἑαυτοὺς διὰ τῆς ἀπηνοῦς ἀπειθείας ἐμβάλοιεν 7.16.102.4 κρίσιν. γίνονται γὰρ καὶ μερικαί τινες παιδεῖαι, ἃς κολάσεις ὀνομάζουσιν, εἰς ἃς ἡμῶν οἱ πολλοὶ τῶν ἐν παραπτώματι γενομένων ἐκ 7.16.102.5 τοῦ λαοῦ τοῦ κυριακοῦ κατολισθαίνοντες περιπίπτουσιν. ἀλλ' ὡς πρὸς τοῦ διδασκάλου ἢ τοῦ πατρὸς οἱ παῖδες, οὕτως ἡμεῖς πρὸς τῆς προνοίας κολαζόμεθα. θεὸς δὲ οὐ τιμωρεῖται (ἔστι γὰρ ἡ τιμωρία κακοῦ ἀνταπόδοσις), κολάζει μέντοι πρὸς τὸ χρήσιμον καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς κολαζομένοις. 7.16.102.6 Ταυτὶ μέν, ἀποτρέψαι βουλόμενος τῆς εἰς τὰς αἱρέσεις εὐεμπτωσίας τοὺς φιλομαθοῦντας, παρεθέμην· τοὺς δὲ τῆς ἐπιπολαζούσης εἴτε ἀμαθίας εἴτε ἀβελτερίας εἴτε καχεξίας εἴθ', ὁτιδήποτε χρὴ καλεῖν αὐτήν, ἀποπαῦσαι γλιχόμενος, μεταπεῖσαι δὲ καὶ προσαγαγεῖν τῇ ἀληθείᾳ τούς γε μὴ παντάπασιν ἀνιάτους ἐπιχειρῶν, τοῖσδε συνεχρησάμην τοῖς 7.16.103.1 λόγοις. εἰσὶ γὰρ οἳ οὐδὲ ἀνέχονται τὴν ἀρχὴν ἐπακοῦσαι τῶν πρὸς τὴν ἀλήθειαν προτρεπόντων· καὶ δὴ φλυαρεῖν ἐπιχειροῦσι, βλασφήμους τῆς ἀληθείας καταχέοντες λόγους, σφίσιν αὐτοῖς τὰ μέγιστα τῶν ὄντων ἐγνωκέναι συγχωροῦντες, οὐ μαθόντες, οὐ ζητήσαντες, οὐ πονέσαντες, οὐχ εὑρόντες τὴν ἀκολουθίαν· οὓς ἐλεήσειεν ἄν τις ἢ 7.16.103.2 μισήσειεν τῆς τοιαύτης διαστροφῆς. εἰ δέ τις ἰάσιμος τυγχάνει, φέρειν δυνάμενος, ὡς πῦρ ἢ σίδηρον, τῆς ἀληθείας τὴν παρρησίαν ἀποτέμνουσαν <καὶ> καίουσαν τὰς ψευδεῖς δόξας αὐτῶν, ὑπεχέτω τὰ ὦτα 7.16.103.3 τῆς ψυχῆς. ἔσται δὲ τοῦτο, ἐὰν μὴ ῥᾳθυμεῖν ἐπειγόμενοι ἀποδιω θῶνται τὴν ἀλήθειαν ἢ δόξης ὀριγνώμενοι καινοτομεῖν βιάζωνται. 7.16.103.4 ῥᾳθυμοῦσι μὲν γὰρ οἱ παρὸν τὰς οἰκείας ταῖς θείαις γραφαῖς ἐξ αὐτῶν τῶν γραφῶν πορίζεσθαι ἀποδείξεις τὸ παραστὰν καὶ ταῖς 7.16.103.5 ἡδοναῖς αὐτῶν συναιρόμενον ἐκλεγόμενοι· δόξης δὲ ἐπιθυμοῦσιν ὅσοι τὰ προσφυῆ τοῖς θεοπνεύστοις λόγοις ὑπὸ τῶν μακαρίων ἀποστόλων τε καὶ διδασκάλων παραδιδόμενα ἑκόντες εἶναι σοφίζονται δι' ἑτέρων παρεγχειρήσεων, ἀνθρωπείαις διδασκαλίαις ἐνιστάμενοι θείᾳ παραδόσει 7.16.103.6 ὑπὲρ τοῦ τὴν αἵρεσιν συστήσασθαι. τίς γὰρ ὡς ἀληθῶς ἐν τηλικούτοις ἀνδράσιν, κατὰ τὴν ἐκκλησιαστικὴν λέγω γνῶσιν, ὑπελείπετο λόγος Μαρκίωνος, φέρε εἰπεῖν, ἢ Προδίκου καὶ τῶν ὁμοίων τὴν 7.16.103.7 ὀρθὴν οὐ βαδισάντων ὁδόν; οὐ γὰρ ἂν ὑπερέβαλον σοφίᾳ τοὺς ἔμπροσθεν ἄνδρας, ὡς προσεξευρεῖν τι τοῖς ὑπ' ἐκείνων ἀληθῶς ῥηθεῖσιν, ἀλλ' ἀγαπητὸν ἦν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἠδυνήθησαν. 7.16.104.1 Ὁ γνωστικὸς ἄρα ἡμῖν μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς, τὴν ἀποστολικὴν καὶ ἐκκλησιαστικὴν σῴζων ὀρθοτομίαν τῶν δογμάτων, κατὰ τὸ εὐαγγέλιον ὀρθότατα βιοῖ, τὰς ἀποδείξεις ἃς ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου ἀπό τε νόμου 7.16.104.2 καὶ προφητῶν. ὁ βίος γάρ, οἶμαι, τοῦ γνωστικοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ ἔργα καὶ λόγοι τῇ τοῦ κυρίου ἀκόλουθοι παραδόσει. 7.16.104.3 Ἀλλ' οὐ πάντων ἡ γνῶσις. οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, φησὶν ὁ ἀπόστολος, ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον, κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος 7.16.104.4 τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ. διὸ καὶ ἐπήγαγεν· ἀλλ' οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν. τίς οὗτος; ὁ εἰπών· τί με λέγετε "7κύριε"7 καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου; τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν 7.16.104.5 οὐκ ἐπιστάμενον, ὕδωρ ζωῆς γνωστικῆς. ναί, φασίν, ἡ γνῶσις εἴρηται φυσιοῦν. πρὸς οὕς φαμεν· τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυ 7.16.104.6 σιοῦν λέγεται, εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπολάβοι· εἰ δέ, ὅπερ καὶ μᾶλλον, τὸ μεγαλείως τε καὶ ἀληθῶς φρονεῖν μηνύει ἡ τοῦ ἀποστόλου φωνή, λέλυται μὲν τὸ ἠπορημένον· ἑπόμενοι δ' οὖν ταῖς γραφαῖς κυρώσωμεν τὸ εἰρημένον. 7.16.105.1 Ἡ σοφία, φησὶν ὁ Σολομών, ἐνεφυσίωσεν τὰ ἑαυτῆς τέκνα. οὐ δήπου γὰρ τῦφον ἐνεποίησεν ὁ κύριος τοῖς μειρακίοις κατὰ τὴν διδασκαλίαν, ἀλλὰ τὸ ἐπὶ τῇ ἀληθείᾳ πεποιθέναι, καὶ εἶναι μεγαλόφρονα ἐν γνώσει τῇ διὰ τῶν γραφῶν παραδιδομένῃ ὑπεροπτικόν <τε> τῶν εἰς ἁμαρτίαν ὑποσυρόντων παρασκευάζει, ὃ σημαίνει ἡ ἐνεφυσίωσε λέξις, μεγαλοπρέπειαν τῆς σοφίας τοῖς κατὰ τὴν μάθησιν 7.16.105.2 τέκνοις ἐμφυτευσάσης δι' <ὧν δι>δάσκει. αὐτίκα φησὶν ὁ ἀπόστολος· καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, εἰ μεγαλοφρόνως (ὅπερ ἐστὶν ἀληθῶς· ἀληθείας δὲ μεῖζον οὐδὲν) τὰς γραφὰς συνίετε. ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων 7.16.105.3 τῆς σοφίας. οἷον, εἴσομαι, φησίν, εἰ δικαίως ἐπὶ τῇ γνώσει μέγα φρονεῖτε. γνωστὸς γὰρ κατὰ τὸν ∆αβὶδ ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, 7.16.105.4 τουτέστι τοῖς κατ' ἐπίγνωσιν Ἰσραηλίταις. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀποστόλου· τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· ἀγαπήσεις τὸν πλησίον σου 7.16.105.5 ὡς σεαυτόν. οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες 7.16.105.5 ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὓς παντὸς μᾶλλον ἀγαπῶντας τῆς ἀλη7.16.105.6 θείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει. εἴρηται γοῦν ἄντικρυς· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, ἵνα μὴ κριθῶσιν, ἀλλὰ ἐπιστραφῶσιν οἱ προακηκοότες. ὅσοι δὲ ταῖς γλώσσαις αὐτῶν δολιοῦσιν, ἔγγραφα ἔχουσι τὰ ἐπιτίμια.